Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.34 Dem. 10.37 (English) >>Dem. 10.41

10.36οἶμαι γὰρ ἕξειν καὶ ὑπὲρ τῶν ἀπόρων τὰ δίκαιʼ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως εἰπεῖν πρὸς τοὺς εὐπόρους, καὶ ὑπὲρ τῶν κεκτημένων τὰς οὐσίας πρὸς τοὺς ἐπιδεεῖς. εἰ ἀνέλοιμεν ἐκ μέσου καὶ τὰς βλασφημίας ἃς ἐπὶ τῷ θεωρικῷ ποιοῦνταί τινες οὐχὶ δικαίως, καὶ τὸν φόβον, ὡς οὐ στήσεται τοῦτʼ ἄνευ μεγάλου τινὸς κακοῦ, οὐδὲν ἂν εἰς τὰ πράγματα μεῖζον εἰσενεγκαίμεθα, οὐδʼ τι κοινῇ μᾶλλον ἂν ὅλην ἐπιρρώσειε τὴν πόλιν. 10.37οὑτωσὶ δὲ σκοπεῖτε· ἐρῶ δʼ ὑπὲρ τῶν ἐν χρείᾳ δοκούντων εἶναι πρότερον. ἦν ποτʼ οὐ πάλαι παρʼ ὑμῖν, ὅτʼ οὐ προσῄει τῇ πόλει τάλανθʼ ὑπὲρ τριάκοντα καὶ ἑκατόν· καὶ οὐδεὶς ἐστι τῶν τριηραρχεῖν δυναμένων οὐδὲ τῶν εἰσφέρειν ὅστις οὐκ ἠξίου τὰ καθήκοντʼ ἐφʼ ἑαυτὸν ποιεῖν, ὅτι χρήματʼ οὐ περιῆν, ἀλλὰ καὶ τριήρεις ἔπλεον καὶ χρήματʼ ἐγίγνετο καὶ πάντʼ ἐποιοῦμεν τὰ δέοντα. 10.38μετὰ ταῦθʼ τύχη, καλῶς ποιοῦσα, πολλὰ πεποίηκε τὰ κοινά, καὶ τετρακόσιʼ ἀντὶ τῶν ἑκατὸν ταλάντων προσέρχεται, οὐδενὸς οὐδὲν ζημιουμένου τῶν τὰς οὐσίας ἐχόντων, ἀλλὰ καὶ προσλαμβάνοντος· οἱ γὰρ εὔποροι πάντες ἔρχονται μεθέξοντες τούτου, καὶ καλῶς ποιοῦσιν. 10.39τί οὖν μαθόντες τοῦτʼ ὀνειδίζομεν ἀλλήλοις καὶ προφάσει χρώμεθα τοῦ μηδὲν ποιεῖν, πλὴν εἰ τῇ παρὰ τῆς τύχης βοηθείᾳ γεγονυίᾳ τοῖς ἀπόροις φθονοῦμεν;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.34 Dem. 10.37 (English) >>Dem. 10.41

Powered by PhiloLogic